Zenobius 5.43
The curse of Oedipus
English
Proverb
The curse of Oedipus
Explanation
Aeschylus mentions it in the Seven against Thebes. The story is that Eteocles and Polynices, accustomed to send Oedipus the shoulder of every sacrificial victim, forgetting once sent him a hip; and he, thinking himself insulted, cursed them. Others say that, after Oedipus was recognised by his mother Iocasta, he blinded himself; and the inhabitants, learning of the abomination committed, drove Oedipus from Thebes; whereupon he cursed his sons, since they had not defended him when he was being driven from the city. Hence later they were killed by each other.
Greek
Proverb
Οἰδίποδος ἀρά
Explanation
ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ἱστορεῖται δὲ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι’ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκάστου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέγουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόντων δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θηβαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο, ἐπεὶ διωκομένῳ τῆς πόλεως οὐκ ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ' ἀλλήλων ὕστερον ἀνήρέθησαν.
urn:cts:greekLit:tlg0098.tlg001.1st1K-grc1:5.43