Zenobius 4.45

A Cadmean victory

Image pending

English

Proverb

A Cadmean victory

Explanation

different writers explain this proverb in different ways. They apply it to a victory bringing no profit: some, because Eteocles and Polynices both perished in their single combat; others, because the Cadmeans, having defeated the Argives who marched with Adrastus, paid full penalty to the Argives' descendants; others, because Oedipus, solving the Sphinx's riddle and conquering her, unwittingly married his own mother, then blinded himself, so that the victory profited him nothing; others again, that Cadmus, wishing to spread the Phoenician letters among the Greeks, killed Linus, who was likewise displaying his own letters, but was driven from the country by the citizens. Because, then, the victory was of no profit to him, this proverb is said.

Greek

Proverb

Καδμεία νίκη

Explanation

περὶ ταύτης τῆς παροιμίας ἄλλοι ἄλλως λέγουσιν. Ἀποδιδόασι δὲ ταύτην ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης, οἱ μὲν, ὅτι [ἐπεὶ] Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχοῦντες ἀμφότεροι ἀπώλοντο· οἱ δὲ, ὅτι Καδμεῖοι νικήσαντες τοὺς Ἀργείους, τοὺς μετὰ Ἀδράστου στρατεύσαντας, δίκην ἔδοσαν ἱκανὴν τοῖς ἀπογόνοις αὐτῶν· ἄλλοι, ὅτι τὸ Σφιγγὸς αἰνίγμα συνεὶς Οἰδίπους καὶ νικήσας αὐτὴν, ἀγνοῶν ἔγημε τὴν ἑαυτοῦ μητέρα· εἶτα ἐξετύφλωσεν ἑαυτὸν, ὥστε μὴ· λυσιτελῆσαι τὴν νίκην αὐτῷ· ἄλλοι δέ τινες, ὅτι τὰ ἐκ Φοινίκης γράμματα βουλόμενος διαδοθῆναι τοῖς Ἕλλησι Κάδμος, ἀνεῖλε Λίνον καὶ αὐτὸν ἴδια γράμματα ἐπιδεικνύμενον, ὃν ἀπεδίωξαν οἱ πολῖται. Διὰ τὸ μὴ λυσιτελῆσαι τοίνυν αὐτῷ τὴν νίκην, λέγεσθαι τὴν τοιαύτην παροιμίαν.

urn:cts:greekLit:tlg0098.tlg001.1st1K-grc1:4.45